Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.85 Joseph. BJ 4.93 (English) >>Joseph. BJ 4.100

4.90τό γε μὴν φύσει τε ὀχυρὸν αὐτῆς καὶ διὰ κατασκευὴν τειχῶν ἀγωνίαν οὐ τὴν τυχοῦσαν ἐνεποίει· τὰ δὲ φρονήματα τῶν ἀνδρῶν καὶ τὰς τόλμας δυσμεταχειρίστους καὶ δίχα τειχῶν ὑπελάμβανεν. 4.91διὸ δὴ τοὺς στρατιώτας καθάπερ ἀθλητὰς προήσκει τῶν ἀγώνων. 4.92

Τίτῳ δὲ προσιππασαμένῳ τοῖς Γισχάλοις εὐπετὲς μὲν ἦν ἐξ ἐφόδου τὴν πόλιν ἑλεῖν, εἰδὼς δέ, εἰ βίᾳ ληφθείη, διαφθαρησόμενον ὑπὸ τῶν στρατιωτῶν ἀνέδην τὸ πλῆθος, ἦν δʼ αὐτῷ κόρος ἤδη φόνων καὶ διʼ οἴκτου τὸ πλέον ἀκρίτως συναπολλύμενον τοῖς

-- --

αἰτίοις, ἐβούλετο μᾶλλον ὁμολογίαις παραστήσασθαι τὴν πόλιν. 4.93καὶ δὴ τοῦ τείχους ἀνδρῶν καταγέμοντος, οἳ τὸ πλέον ἦσαν ἐκ τοῦ διεφθαρμένου τάγματος, θαυμάζειν ἔφη πρὸς αὐτούς, τίνι πεποιθότες πάσης ἑαλωκυίας πόλεως μόνοι τὰ Ῥωμαίων ὅπλα μένουσιν, 4.94ἑωρακότες μὲν ὀχυρωτέρας πολλῷ πόλεις ὑπὸ μίαν προσβολὴν κατεστραμμένας, ἐν ἀσφαλείᾳ δὲ τῶν ἰδίων κτημάτων ἀπολαύοντας ὅσοι ταῖς Ῥωμαίων δεξιαῖς ἐπίστευσαν, ἃς καὶ νῦν προτείνειν αὐτοῖς μηδὲν μνησικακῶν τῆς αὐθαδείας. 4.95εἶναι γὰρ συγγνωστὸν ἐλευθερίας ἐλπίδα, μηκέτι μέντοι τὴν ἐν τοῖς ἀδυνάτοις ἐπιμονήν· 4.96εἰ γὰρ οὐ πεισθήσονται λόγοις φιλανθρώποις καὶ δεξιαῖς πίστεως, πειράσειν αὐτοὺς ἀφειδῆ τὰ ὅπλα, καὶ ὅσον οὐδέπωγνωσθήσεσθαι πιεζόμενον τοῖς Ῥωμαίων μηχανήμασιν τὸ τεῖχος, πεποιθότες ἐπιδείκνυνται μόνοι Γαλιλαίων, ὅτι εἰσὶν αὐθάδεις αἰχμάλωτοι.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.85 Joseph. BJ 4.93 (English) >>Joseph. BJ 4.100

Powered by PhiloLogic